Pular para o conteúdo
Publicidade

Αποκαλυψισ Ιωαννου 21:1-5

GRCTR Novo Testamento Grego

1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθε, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2 Καὶ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, καταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾿ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετ᾿ αὐτῶν, Θεὸς αὐτῶν· 4 καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.

5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, Ἰδού, καινὰ πάντα ποιῶ. Καὶ λέγει μοι, Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσι.

Em outras traduções

  1. BYZ1904 Novo Testamento Grego

    1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ᾽ αὐτῶν ἔσται, 4 καὶ ἐξαλείψει [ἀπ᾽ αὐτῶν] ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον. 5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει [μοι]· γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσι.

  2. F35 O Novo Testamento Grego Segundo a Família 35

    1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθεν·παρηλθεν f35 Md,e,g,h⅙ CP,TR ¦ απηλθεν Mbpt,i⅕ ¦ απηλθον Ma,bpt,f,h,ipt RP,HF,OC ¦ απηλθαν ℵA,NU (The earth with its atmosphere is treated as a unit.) καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2 Καὶκαι rell ¦ 1 εγω ιωαννης ειδον TR τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ Καινήν, εἶδονειδον rell ¦ --- TR καταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ,απο του θεου εκ του ουρανου f35 Md,e CP,TR ¦ ∼ 456123 Ma,b,e⅕,f,g,h,i ℵA,RP,HF,OC,NU ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦουρανου rell ¦ θρονου ℵA,NU λεγούσης· «Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾿ αὐτῶν, καὶ αὐτοὶ λαὸςλαος f35 Ma,b,e⅓,f,g,i CP,RP,HF,OC ¦ λαοι Md,e⅔,h ℵA,NU,TR αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετ᾿ αὐτῶν.εσται μετ αυτων f35 Ma⅙,bpt,e⅗ ℵ,CP,RP ¦ ∼ 231 Ma,bpt,f2/7,g,i⅓ HF,OC ¦ 123 θεος 3 Md,e⅖,f,h¼(pt),i⅔ TR ¦ ∼ 2313 θεος A[NU] 4 Καὶ ἐξαλείψει πᾶνπαν f35 Mbpt,d,e⅓,f,g,h,ipt ℵ,CP,RP,NU ¦ ο θεος 1 Me⅗ A,TR ¦ απ αυτων 1 Ma,bpt,ipt HF ¦ απ αυτων ο θεος 1 OC (OC is in small print) δάκρυον ἀπὸαπο rell ¦ εκ ℵA,NU τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος—οὐκ ἔσται ἔτι, ὅτι τὰ πρῶταοτι τα πρωτα f35 Ma,b,e,f,g,i CP,RP,HF,OC[NU]TR ¦ 2 γαρ 3 Md ¦ 23 Me⅕,h A ¦ 2 προβατα ℵ ἀπῆλθον.»απηλθον f35 Ma¼,bpt,d,e,gpt,h¼,ipt CP,RP,OC,TR ¦ απηλθεν Ma,bpt,f,gpt,h,ipt ℵ,HF ¦ απηλθαν A,NU

    5 Καὶκαι rell ¦ --- Ma⅔ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου,επι του θρονου f35 Ma⅕,ept,hpt,ipt CP,TR ¦ 1 τω θρονω Ma,bpt,ept,f,g,hpt,ipt ℵA,RP,HF,OC,NU ¦ εν τω θρονω Mbpt(d) (Is the Creator relaxed on His throne [dative], a little bored or sad, saying, "Well, you know, I guess I’ll have to start over," or is He sitting on the edge of His chair [genitive], excited, saying, "Hey, I’m going to make everything new!"? We know that as an eye witness John was good at observing detail [Jn. 19:34]; I imagine that it looked to John like He was going to get up and start right then!) «Ἰδού, καινὰ ποιῶ πάντα.»καινα ποιω παντα f35 Mbpt,e¼,h,i⅓ (ℵ)A,CP,OC,NU ¦ καινοποιω 3 Md,e⅕ ¦ ∼ 132 Mept TR ¦ ∼ 312 Ma,bpt,f,g,i⅔ RP,HF Καὶ λέγει μοι,μοι f35 Ma⅓,bpt,d,e,f,h⅔,i⅔ ℵ,CP,RP,OC,TR ¦ --- Ma⅔,bpt,g,h⅓,i⅓ A,HF,NU (OC is in small print.) «Γράψον, ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοίαληθινοι και πιστοι f35 Ma⅐,bpt,d,e,f CP,RP,TR ¦ ∼ 321 Ma,bpt,f2/7,g,h,i ℵA,HF,OC,NU εἰσιν.»εισιν f35 Ma⅙,d,e,h,i¼ ℵA,CP,RP,OC,NU,TR ¦ 1 του θεου Mbpt,f,i¼ ¦ του θεου 1 Ma,bpt,f2/7,g,ipt HF

  3. SRGNT Solid Rock Greek New Testament, Scholar's Edition

    1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ 21:1 ⸂ ἀπῆλθον RP ¦ παρῆλθεν f 35 ¦ παρῆλθε TR ¦ ἀπῆλθαν TNT2 WH NA NIV SBL ⸂ἀπῆλθον,⸃ καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2 Καὶ 21:2 ⸂ τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν TR ⸂τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον⸃ καταβαίνουσαν 21:2 ⸉ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP TNT2 WH NA NIV SBL ¦ ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ f 35 TR ⸉ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,⸊ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ 21:3 ⸂ οὐρανοῦ RP f 35 TR TNT2 ¦ θρόνου WH NA NIV SBL ⸂οὐρανοῦ,⸃ λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ 21:3 ⸂2 αὐτοὶ λαὸς αὐτοῦ RP f 35 ¦ αὐτοὶ λαοὶ αὐτοῦ TR TNT2 WH NA NIV SBL ⸂2αὐτοὶ λαὸς αὐτοῦ⸃ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς 21:3 ⸉ ἔσται μετ᾽ αὐτῶν RP f 35 TR ¦ μετ᾽ αὐτῶν ἔσται TNT2 WH NA NIV SBL ⸉ἔσται μετ᾽ αὐτῶν·⸊ 21:3 ⸆ – RP f 35 TNT2 WH NA25 SBL ¦ θεὸς αὐτῶν TR ¦ αὐτῶν θεός NA27+28 NIV ⸆ 4 καὶ ἐξαλείψει 21:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ θεὸς TR ⸆ πᾶν δάκρυον 21:4 ⸂ ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL ⸂ἀπὸ⸃ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· 21:4 ⸋ ὅτι RP f 35 TR TNT2 NA NIV ¦ – WH SBL ⸋ὅτι⸌ τὰ πρῶτα ἀπῆλθον. 5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ 21:5 ⸂ τῷ θρόνῳ RP TNT2 WH NA NIV SBL ¦ τοῦ θρόνου f 35 TR ⸂τῷ θρόνῳ,⸃ Ἰδού, 21:5 ⸉ πάντα καινὰ ποιῶ RP ¦ καινὰ ποιῶ πάντα f 35 TNT2 WH NA NIV SBL ¦ καινὰ πάντα ποιῶ TR ⸉πάντα καινὰ ποιῶ.⸊ Καὶ λέγει 21:5 ⸋ μοι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋μοι,⸌ Γράψον· ὅτι οὗτοι οἱ λόγοι 21:5 ⸉2 ἀληθινοὶ καὶ πιστοί RP f 35 TR ¦ πιστοὶ καὶ ἀληθινοί TNT2 WH NA NIV SBL ⸉2ἀληθινοὶ καὶ πιστοί⸊ εἰσιν.

  4. TCGNT Texto Grego Majoritário Crítico Textual

    1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ 21:1 απηλθον 𝔐K [41.5%] ¦ παρηλθε 𝔐A,C PCK TR [43.5%] ¦ απηλθε MSS [9.5%] ¦ απηλθαν NA SBL TH WH [2%]ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2 Καὶ 21:2 την πολιν την αγιαν ιερουσαλημ καινην ειδον 𝔐A,C,K [87.2%] ¦ την πολιν την αγιαν ιερουσαλημ καινην ιδον MSS [8.4%] ¦ εγω ιωαννης ειδον την πολιν την αγιαν ιερουσαλημ καινην TR [1%]τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον καταβαίνουσαν 21:2 εκ του ουρανου απο του θεου 𝔐K [58.6%] ¦ απο του θεου εκ του ουρανου 𝔐A,C PCK TR [35%]ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ 21:3 ουρανου 𝔐A,C,K 96.1% ¦ θρονου ECM† NA SBL TH WH 1.3%οὐρανοῦ λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ 21:3 λαος 𝔐C,K 72.3% ¦ λαοι 𝔐A ECM† NA SBL TH TR WH 25.5%λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς 21:3 μετ αυτων εσται 𝔐K 36.4% ¦ εσται μετ αυτων 𝔐A(18),C PCK RP 26.3% ¦ εσται μετ αυτων θεος αυτων 𝔐A(24) TR 22.9% ¦ μετ αυτων εσται αυτων θεος ECM† NA TH 1.7%μετ᾽ αὐτῶν ἔσται. 4 Καὶ 21:4 εξαλειψει απ αυτων 𝔐K 30.4% ¦ εξαλειψει 𝔐A(27),C CT PCK RP 51.3% ¦ εξαλειψει ο θεος 𝔐A(19) TR 16.5% ¦ εξαλειψει απ αυτων ο θεος ANT 0%ἐξαλείψει ἀπ᾽ αὐτῶν πᾶν δάκρυον 21:4 απο 𝔐A,C,K 94.3% ¦ εκ NA SBL TH WH 5.2%ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι, 21:4 οτι τα 𝔐A(21),C,K 71.1% ¦ τα 𝔐A(13) ECM SBL TH WH 14.9% ¦ τα γαρ 𝔐A(11) 6%ὅτι τὰ πρῶτα 21:4 απηλθε 𝔐K 42.9% ¦ απηλθον 𝔐A,C ANT ECM† PCK RP TR 54.4% ¦ απηλθαν NA SBL TH WH 0.9%ἀπῆλθε.

    5 21:5 και 𝔐A,C,K(27) [73.4%] ¦ --- 𝔐K(48) [24.1%] Καὶ εἶπεν ὁ 21:5 καθημενος επι τω θρονω 𝔐A(18),K [56.7%] ¦ καθημενος επι του θρονου 𝔐A(14),C PCK TR [31%] ¦ εν τω θρονω καθημενος 𝔐A(11) [6.4%] ¦ καθημενος εν τω θρονω MSS [5.4%]καθήμενος ἐπὶ τῷ θρόνῳ, Ἰδού, 21:5 παντα καινα ποιω 𝔐K [44.3%] ¦ καινα ποιω παντα 𝔐C ANT CT PCK [31%] ¦ καινοποιω παντα 𝔐A(19) [13.3%] ¦ καινα παντα ποιω 𝔐A(17) TR [9.9%]πάντα καινὰ ποιῶ. Καὶ 21:5 λεγει 𝔐K [36.9%] ¦ λεγει μοι 𝔐A,C ANT PCK RP TR [58.6%]λέγει, Γράψον· ὅτι οὗτοι οἱ λόγοι 21:5 πιστοι και αληθινοι του θεου εισι 𝔐K [39.9%] ¦ αληθινοι και πιστοι εισι 𝔐A,C PCK RP TR [41.4%] ¦ πιστοι και αληθινοι εισι ANT CT [10.8%] ¦ αληθινοι και πιστοι εισι του θεου MSS [5.9%]πιστοὶ καὶ ἀληθινοὶ τοῦ θεοῦ εἰσι.

  5. BYZ04 Texto Patriarcal 1904

    1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης·

    ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ᾽ αὐτῶν ἔσται, 4 καὶ ἐξαλείψει ἀπ᾽ αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.

    5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει μοι· γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσι.

Direitos das traduções citadas

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.