43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις εἰς ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Κατα Λουκαν 8:43-48
Em outras traduções
- BYZ1904 Novo Testamento Grego
43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
- F35 O Novo Testamento Grego Segundo a Família 35
43 Καὶ γυνή—οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον,ιατροις (εις εατρους TR) προσαναλωσασα ολον τον βιον f35 (ℵ)A(C)W [99.7%] CP,HF,RP(TR)OC[NU] ¦ --- 𝕻75B(D) οὐκ ἴσχυσεν ὑπ᾿ὑπ f35 ℵ(C)W [99.7%] CP,HF,RP,TR,OC ¦ απ 𝕻75A,B [0.3%] NU ¦ --- (D) οὐδενὸς θεραπευθῆναι— 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, «Τίς ὁ ἁψάμενός μου;» Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ·και οι μετ αυτου f35 [86%] CP,HF,RP,TR ¦ 12 συν αυτω ℵA,C,D,W [9%] OC ¦ --- 𝕻75B [5%] NU «Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, ‹Τίς ὁ ἁψάμενός μου;› »και λεγεις τις (τι C) ο αψαμενος μου f35 A,(C)W [98%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB [1.5%] NU ¦ 1236 ηψατο D [0.5%] 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσανεξελθουσαν f35 A,C,D,W [99.3%] CP,HF,RP,TR,OC ¦ εξεληλυθυιαν 𝕻75ℵB [0.7%] NU ἀπ᾿ ἐμοῦ.» 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷαυτω f35 C [93%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵA,B,D,W [7%] NU ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲδε rell ¦ 1 ιησους C [20%] εἶπεν αὐτῇ· «Θάρσειθαρσει f35 A,C,W [98.5%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵ(B)D [1.5%] NU θύγατερ,θυγατερ f35 ℵA,C,D [98.5%] CP,HF,RP,TR,OC ¦ θυγατηρ B,W [1.5%] NU ἡ πίστις σου σέσωκέν σε. Πορεύου εἰς εἰρήνην.»
- SRGNT Solid Rock Greek New Testament, Scholar's Edition
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις 8:43 ⸂ ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον RP f 35 TNT2 NA27+28 SBL ¦ εἰς ἰατρούς προσαναλώσασα ὅλον τὸν βίον TR ¦ – WH NA25 NIV ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν 8:43 ⸂2 ὑπ᾽ RP f 35 TR ¦ ἀπ᾽ TNT2 WH NA NIV SBL ⸂2ὑπ᾽⸃ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος 8:45 ⸂ καὶ οἱ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ καὶ οἱ σὺν αὐτῷ TNT2 ¦ – WH NA NIV SBL ⸂καὶ οἱ μετ᾽ αὐτοῦ,⸃ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, 8:45 ⸋ καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;⸌ 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν 8:46 ⸂ ἐξελθοῦσαν RP f 35 TR ¦ ἐξεληλυθυῖαν TNT2 WH NA NIV SBL ⸂ἐξελθοῦσαν⸃ ἀπ᾽ ἐμοῦ. 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν 8:47 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῷ⸌ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ, 8:48 ⸋ Θάρσει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Θάρσει,⸌ 8:48 ⸂ θύγατερ RP f 35 TR ¦ θυγάτηρ TNT2 WH NA NIV SBL ⸂θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
- TCGNT Texto Grego Majoritário Crítico Textual
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις 8:43 ιατροις … βιον ¦ εις ιατρους … βιον TR ¦ ιατροις … βιον αυτης TH ¦ --- WHἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν 8:43 υπ ¦ απ CTὑπ᾽ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος 8:45 και οι μετ αυτου ¦ και οι συν αυτω ANT TH ¦ --- NA SBL WHκαὶ οἱ μετ᾽ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, 8:45 και λεγεις τις ο αψαμενος μου ¦ --- CTκαὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν 8:46 εξελθουσαν ¦ εξεληλυθυιαν CTἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν 8:47 αυτω ¦ --- CTαὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ, 8:48 θαρσει ¦ --- CTΘάρσει, 8:48 θυγατερ ¦ θυγατηρ CTθύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
- BYZ04 Texto Patriarcal 1904
43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Direitos das traduções citadas
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.