Pular para o conteúdo
Publicidade

Κατα Λουκαν 8:43-48

BYZ1904 Novo Testamento Grego

43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

Em outras traduções

  1. GRCTR Novo Testamento Grego

    43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις εἰς ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

  2. F35 O Novo Testamento Grego Segundo a Família 35

    43 Καὶ γυνή—οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον,ιατροις (εις εατρους TR) προσαναλωσασα ολον τον βιον f35 (ℵ)A(C)W [99.7%] CP,HF,RP(TR)OC[NU] ¦ --- 𝕻75B(D) οὐκ ἴσχυσεν ὑπ᾿ὑπ f35 ℵ(C)W [99.7%] CP,HF,RP,TR,OC ¦ απ 𝕻75A,B [0.3%] NU ¦ --- (D) οὐδενὸς θεραπευθῆναι— 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, «Τίς ὁ ἁψάμενός μου;» Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ·και οι μετ αυτου f35 [86%] CP,HF,RP,TR ¦ 12 συν αυτω ℵA,C,D,W [9%] OC ¦ --- 𝕻75B [5%] NU «Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, ‹Τίς ὁ ἁψάμενός μου;› »και λεγεις τις (τι C) ο αψαμενος μου f35 A,(C)W [98%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB [1.5%] NU ¦ 1236 ηψατο D [0.5%] 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσανεξελθουσαν f35 A,C,D,W [99.3%] CP,HF,RP,TR,OC ¦ εξεληλυθυιαν 𝕻75ℵB [0.7%] NU ἀπ᾿ ἐμοῦ.» 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷαυτω f35 C [93%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵA,B,D,W [7%] NU ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲδε rell ¦ 1 ιησους C [20%] εἶπεν αὐτῇ· «Θάρσειθαρσει f35 A,C,W [98.5%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵ(B)D [1.5%] NU θύγατερ,θυγατερ f35 ℵA,C,D [98.5%] CP,HF,RP,TR,OC ¦ θυγατηρ B,W [1.5%] NU ἡ πίστις σου σέσωκέν σε. Πορεύου εἰς εἰρήνην.»

  3. SRGNT Solid Rock Greek New Testament, Scholar's Edition

    43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις 8:43 ⸂ ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον RP f 35 TNT2 NA27+28 SBL ¦ εἰς ἰατρούς προσαναλώσασα ὅλον τὸν βίον TR ¦ – WH NA25 NIV ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν 8:43 ⸂2 ὑπ᾽ RP f 35 TR ¦ ἀπ᾽ TNT2 WH NA NIV SBL ⸂2ὑπ᾽⸃ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος 8:45 ⸂ καὶ οἱ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ καὶ οἱ σὺν αὐτῷ TNT2 ¦ – WH NA NIV SBL ⸂καὶ οἱ μετ᾽ αὐτοῦ,⸃ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, 8:45 ⸋ καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;⸌ 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν 8:46 ⸂ ἐξελθοῦσαν RP f 35 TR ¦ ἐξεληλυθυῖαν TNT2 WH NA NIV SBL ⸂ἐξελθοῦσαν⸃ ἀπ᾽ ἐμοῦ. 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν 8:47 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῷ⸌ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ, 8:48 ⸋ Θάρσει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Θάρσει,⸌ 8:48 ⸂ θύγατερ RP f 35 TR ¦ θυγάτηρ TNT2 WH NA NIV SBL ⸂θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

  4. TCGNT Texto Grego Majoritário Crítico Textual

    43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις 8:43 ιατροις … βιον ¦ εις ιατρους … βιον TR ¦ ιατροις … βιον αυτης TH ¦ --- WHἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν 8:43 υπ ¦ απ CTὑπ᾽ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος 8:45 και οι μετ αυτου ¦ και οι συν αυτω ANT TH ¦ --- NA SBL WHκαὶ οἱ μετ᾽ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, 8:45 και λεγεις τις ο αψαμενος μου ¦ --- CTκαὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν 8:46 εξελθουσαν ¦ εξεληλυθυιαν CTἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν 8:47 αυτω ¦ --- CTαὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ, 8:48 θαρσει ¦ --- CTΘάρσει, 8:48 θυγατερ ¦ θυγατηρ CTθύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

  5. BYZ04 Texto Patriarcal 1904

    43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

Direitos das traduções citadas

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.