8 Λέγω δέ, Ἰησοῦν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι,
καὶ τῷ ὀνόματί σου ψαλῶ.
10 Καὶ πάλιν λέγει,
Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
11 Καὶ πάλιν,
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη,
καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
12 Καὶ πάλιν Ἠσαΐας λέγει,
Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί,
καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν·
ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
13 Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει πνεύματος ἁγίου.