22 Ἐπειδὴ καὶ Ἰουδαῖοι 1:22 ⸂ σημεῖον RP f 35 TR ¦ σημεῖα TNT2 WH NA NIV SBL ⸂σημεῖον⸃ αἰτοῦσιν, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· 23 ἡμεῖς δὲ κηρύσσομεν χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, 1:23 ⸂ Ἕλλησιν RP f 35 ¦ Ἕλλησι TR ¦ Ἔθνεσιν TNT2 WH NA NIV SBL ⸂Ἕλλησιν⸃ δὲ μωρίαν· 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.