Publicidade

Tito 1

1 Παῦλος, δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾽ εὐσέβειαν, 2 ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, 3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ᾽ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· 35 TR ¦ χάρις καὶ εἰρήνη TNT2 WH NA NIV SBL ⸂χάρις, ἔλεος, εἰρήνη⸃ ἀπὸ θεοῦ πατρός, καὶ κυρίου Ἰησοῦ χριστοῦ RP f35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL 2κυρίου Ἰησοῦ χριστοῦ⸃ τοῦ σωτῆρος ἡμῶν.

5 Τούτου χάριν 35 TR ¦ ἀπέλιπόν TNT2 NA NIV SBL ¦ ἀπέλειπόν WH ⸂κατέλιπόν⸃ σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· 6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. 7 Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, 8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

10 Εἰσὶν γὰρ 35 TR NA27+28 SBL ¦ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται TNT2 WH NA25 NIV ⸂πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται,⸃ μάλιστα οἱ ἐκ 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL ⸆ περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. 12 Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. 13 Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. 15 35 TR ¦ Πάντα … τοῖς δὲ TNT2 WH NA NIV SBL ⸂Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ⸃ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Tito
Ver todos os capítulos de Tito
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-