Publicidade

2 Coríntios 11

1 Ὄφελον ἀνείχεσθέ μου μικρὸν 35 TR ¦ τι ἀφροσύνης TNT2 WH NA NIV SBL ⸂τῇ ἀφροσύνῃ·⸃ ἀλλὰ καὶ ἀνέχεσθέ μου. 2 Ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ. 3 Φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις 35 TR ¦ Ἐξηπάτησεν εὔαν TNT2 WH NA NIV SBL ⸉Εὔαν ἐξηπάτησεν⸊ ἐν τῇ πανουργίᾳ αὐτοῦ, 35 ¦ οὕτω TR ¦ – TNT2 WH NA NIV SBL ⸂οὕτως⸃ φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος 35 TR ¦ καὶ τῆς ἁγνότητος TNT2 WH NA NIV SBL ⸆ τῆς εἰς 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 ⸋τὸν⸌ χριστόν. 4 Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε. 5 Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων. 6 Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει· ἀλλ᾽ ἐν παντὶ 35 TR ¦ φανερώσαντες TNT2 WH NA NIV SBL ⸂φανερωθέντες⸃ ἐν πᾶσιν εἰς ὑμᾶς. 7 Ἢ ἁμαρτίαν ἐποίησα WH NA NIV SBL ¦ ἑαυτὸν f35 ⸂ἐμαυτὸν⸃ ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; 8 Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν· 9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ 35 TR ¦ ἐμαυτὸν ὑμῖν TNT2 WH NA NIV SBL ⸉ὑμῖν ἐμαυτὸν⸊ ἐτήρησα καὶ τηρήσω. 10 Ἔστιν ἀλήθεια χριστοῦ ἐν ἐμοί, ὅτι ἡ καύχησις αὕτη οὐ 35 TNT2 WH NA NIV SBL ¦ σφραγίσεται TR ⸂φραγήσεται⸃ εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας. 11 Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ θεὸς οἶδεν. 12 Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13 Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους χριστοῦ. 14 Καὶ οὐ 35 TR ¦ θαῦμα TNT2 WH NA NIV SBL ⸂θαυμαστόν·⸃ αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. 15 Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα 35 TNT2 WH NA NIV SBL ¦ μικρόν τι κἀγὼ TR ⸉κἀγὼ μικρόν τι⸊ καυχήσωμαι. 17 Ὃ λαλῶ, οὐ 35 TR ¦ κατὰ κύριον λαλῶ TNT2 WH NA NIV SBL ⸉λαλῶ κατὰ κύριον,⸊ ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18 Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ 35 TR WH NA25 ¦ – TNT2 NA27+28 NIV SBL ⸋τὴν⸌ σάρκα, κἀγὼ καυχήσομαι. 19 Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. 20 Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις 35 TR ¦ εἰς πρόσωπον ὑμᾶς TNT2 WH NA NIV SBL ⸉ὑμᾶς εἰς πρόσωπον⸊ δέρει. 21 Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς 35 TR ¦ ἠσθενήκαμεν TNT2 WH NA NIV SBL ⸂ἠσθενήσαμεν·⸃ ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ—ἐν ἀφροσύνῃ λέγω—τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἀβραάμ εἰσιν; Κἀγώ. 23 Διάκονοι χριστοῦ εἰσιν;—παραφρονῶν λαλῶ—Ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, 35 TR ¦ ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως TNT2 WH NA NIV SBL ⸉ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως,⸊ ἐν θανάτοις πολλάκις, 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. 25 Τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27 35 TR ¦ κόπῳ … ἐν ἀγρυπνίαις … ἐν λιμῷ … ἐν νηστείαις … ἐν ψύχει καὶ γυμνότητι. TNT2 WH NA NIV SBL ⸂ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι.⸃ 28 Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς 35 TR ¦ μοι TNT2 WH NA NIV SBL ⸂μου⸃ ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 Ὁ θεὸς καὶ πατὴρ 35 ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR ¦ τοῦ κυρίου Ἰησοῦ TNT2 WH NA NIV SBL ⸂τοῦ κυρίου Ἰησοῦ χριστοῦ⸃ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν 35 TR ¦ πόλιν Δαμασκηνῶν TNT2 WH NA NIV SBL ⸉Δαμασκηνῶν πόλιν,⸊ πιάσαι με 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋θέλων·⸌ 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
2 Coríntios
Ver todos os capítulos de 2 Coríntios
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-