23 Διάκονοι χριστοῦ εἰσιν;—παραφρονῶν λαλῶ—Ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, 11:23 ⸉ ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως RP f 35 TR ¦ ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως TNT2 WH NA NIV SBL ⸉ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως,⸊ ἐν θανάτοις πολλάκις, 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. 25 Τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27 11:27 ⸂ ἐν κόπῳ … ἐν ἀγρυπνίαις … ἐν λιμῷ … ἐν νηστείαις … ἐν ψύχει καὶ γυμνότητι. RP f 35 TR ¦ κόπῳ … ἐν ἀγρυπνίαις … ἐν λιμῷ … ἐν νηστείαις … ἐν ψύχει καὶ γυμνότητι. TNT2 WH NA NIV SBL ⸂ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι.⸃ 28 Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς 11:28 ⸂ μου RP f 35 TR ¦ μοι TNT2 WH NA NIV SBL ⸂μου⸃ ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.