11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 Οὐ 5:12 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ⸌ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ 5:12 ⸂ οὐ RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL ⸂οὐ⸃ 5:12 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL ⸆ καρδίᾳ. 13 Εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 Ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι 5:14 ⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋εἰ⸌ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ 5:15 ⸂ αὐτῶν RP TR TNT2 WH NA NIV SBL ¦ παντών f 35 ⸂αὐτῶν⸃ ἀποθανόντι καὶ ἐγερθέντι. 16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ 5:16 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ καὶ ἐγνώκαμεν κατὰ σάρκα χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 Ὥστε εἴ τις ἐν χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονεν καινὰ 5:17 ⸋ τὰ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὰ πάντα.⸌ 18 Τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ 5:18 ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL ⸂Ἰησοῦ χριστοῦ,⸃ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· 19 ὡς ὅτι θεὸς ἦν ἐν χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος 5:19 ⸋ ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 ⸋ἐν⸌ ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 Ὑπὲρ χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ χριστοῦ, καταλλάγητε τῷ θεῷ. 21 Τὸν 5:21 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ⸌ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς 5:21 ⸂ γενώμεθα RP f 35 TNT2 WH NA NIV SBL ¦ γινώμεθα TR ⸂γενώμεθα⸃ δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.