1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. 2 Καὶ WH NA NIV SBL ¦ πολλοὶ … ταῖς ἀσελγείαις, δι᾽ ἃς f 35 ¦ πολλοὶ … ταῖς ἀπωλείαις, δι᾽ οὓς TR ⸂πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾽ οὓς⸃ ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. 3 Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ 35 ¦ νυστάζει TR TNT2 WH NA NIV SBL ⸂νυστάξει.⸃ 4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν 35 TNT2 WH NA NIV SBL ¦ τετηρημένους TR ⸂τηρουμένους·⸃ 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· 6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας 35 TR TNT2 NA NIV11 SBL ¦ – WH NIV73 ⸋καταστροφῇ⸌ κατέκρινεν, ὑπόδειγμα μελλόντων 35 TR TNT2 NA25+28 ¦ ἀσεβέσιν WH NA27 NIV SBL ⸂ἀσεβεῖν⸃ τεθεικώς· 7 καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο· 8 βλέμματι γὰρ καὶ ἀκοῇ 35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋ὁ⸌ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· 9 οἶδεν κύριος εὐσεβεῖς ἐκ WH NA NIV SBL ¦ πειρασμῶν f 35 ⸂πειρασμοῦ⸃ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες· 11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ᾽ αὐτῶν 35 TR TNT2 WH NA25+28 ¦ παρὰ κυρίου NA27 NIV ¦ – SBL ⸂παρὰ κυρίῳ⸃ βλάσφημον κρίσιν. 12 Οὗτοι δέ, ὡς ἄλογα ζῷα 35 ¦ γεγεννημένα φυσικὰ TNT2 WH NA NIV SBL ⸉φυσικὰ γεγενημένα⸊ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν 35 TR ¦ καὶ φθαρήσονται TNT2 WH NA NIV SBL ⸂καταφθαρήσονται,⸃ 13 35 TR TNT2 ¦ ἀδικούμενοι WH NA NIV SBL ⸂κομιούμενοι⸃ μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις RP f 35 TR WH NA NIV SBL ¦ ἀγάπαις TNT2 ⸂2ἀπάταις⸃ αὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην 35 TNT2 WH NA NIV SBL ¦ πλεονεξίαις TR ⸂πλεονεξίας⸃ ἔχοντες, κατάρας τέκνα· 15 καταλιπόντες 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR ⸆ εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. 17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ 35 TR ¦ ὁμίχλαι TNT2 WH NA NIV SBL ⸂νεφέλαι⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα RP TR ¦ εἰς αἰῶνας f 35 ¦ – TNT2 WH NA NIV SBL ⸂2εἰς αἰῶνα⸃ τετήρηται. 18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, WH NA NIV SBL ¦ ἀσελγείας f 35 ⸂ἀσελγείαις,⸃ τοὺς ὄντως RP f 35 TR NA28 ¦ ὀλίγως TNT2 WH NA25+27 NIV SBL ⸂2ὄντως⸃ ἀποφυγόντας RP f 35 TR ¦ ἀποφεύγοντας TNT2 WH NA NIV SBL ⸂3ἀποφυγόντας⸃ τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ 35 TR TNT2 SBL ¦ – WH NA NIV ⸋καὶ⸌ δεδούλωται. 20 Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει 35 TR TNT2 WH NA25+28 SBL ¦ τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ NA27 NIV ⸂τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ,⸃ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν 35 TR ¦ ὑποστρέψαι TNT2 WH NA NIV SBL ⸂ἐπιστρέψαι⸃ ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 Συμβέβηκεν 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς 35 TR ¦ κυλισμὸν TNT2 WH NA NIV SBL ⸂κύλισμα⸃ βορβόρου.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.