Publicidade

Atos 1

1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο 35 TR NA NIV SBL ¦ – TNT2 WH ⸋ὁ⸌ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. 4 Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ 35 TR ¦ ἐν πνεύματι βαπτισθήσεσθε TNT2 WH NA NIV SBL ⸉βαπτισθήσεσθε ἐν πνεύματι⸊ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

6 Οἱ μὲν οὖν συνελθόντες 35 TR ¦ ἠρώτων TNT2 WH NA NIV SBL ⸂ἐπηρώτων⸃ αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 Εἶπεν 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 ⸋δὲ⸌ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. 8 Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ὑμᾶς· καὶ ἔσεσθέ 35 TR ¦ μου TNT2 WH NA NIV SBL ⸂μοι⸃ μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ WH NA NIV SBL ¦ – f35 ⸋ἐν⸌ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν 35 TR ¦ ἐσθήσεσι λευκαῖς TNT2 WH NA25+27 NIV SBL ¦ ἐσθήσεσιν λευκαῖς NA28 ⸂ἐσθῆτι λευκῇ,⸃ 11 οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε 35 TR NA27+28 NIV73 ¦ βλέποντες TNT2 WH NA25 NIV11 SBL ⸂ἐμβλέποντες⸃ εἰς τὸν οὐρανόν; Οὗτος WH NA NIV SBL ¦ – f35 ⸋ὁ⸌ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.

12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. 13 Καὶ ὅτε εἰσῆλθον, 35 TR ¦ εἰς τὸ ὑπερῷον ἀνέβησαν TNT2 WH NA NIV SBL ⸉ἀνέβησαν εἰς τὸ ὑπερῷον⸊ οὗ ἦσαν καταμένοντες, ὅ τε 35 ¦ Πέτρος καὶ Ἰωάνης καὶ Ἰάκωβος καὶ Ἀνδρέας TNT2 WH ¦ Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας NA NIV SBL ⸂Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας,⸃ Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. 14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ τῇ δεήσει,⸌ σὺν γυναιξὶν καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν RP f35 TR TNT2 WH NA25 SBL ¦ – NA27+28 NIV 2σὺν⸌ τοῖς ἀδελφοῖς αὐτοῦ.

15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν 35 TR ¦ ἀδελφῶν TNT2 WH NA NIV SBL ⸂μαθητῶν⸃ εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς RP f35 TR TNT2 WH SBL ¦ ὡσεὶ NA NIV 2ὡς⸃ ἑκατὸν εἴκοσι— 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ταύτην,⸌ ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2τὸν⸌ Ἰησοῦν. 17 Ὅτι κατηριθμημένος ἦν 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL ⸂σὺν⸃ ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης— 18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR ⸆ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 Καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ 35 TR TNT2 NA NIV11 SBL ¦ – WH NIV73 ⸋ἰδίᾳ⸌ διαλέκτῳ αὐτῶν Ἀκελδαμά, τοῦτ᾽ ἔστιν, χωρίον αἵματος— 20 Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καί, Τὴν ἐπισκοπὴν αὐτοῦ 35 TR ¦ λαβέτω TNT2 WH NA NIV SBL ⸂λάβοι⸃ ἕτερος. 21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν⸌ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ 35 TR ¦ σὺν ἡμῖν γενέσθαι TNT2 WH NA NIV SBL ⸉γενέσθαι σὺν ἡμῖν⸊ ἕνα τούτων. 23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. 24 Καὶ προσευξάμενοι εἶπον, Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον 35 TNT2 WH NA NIV SBL ¦ ἐκ τούτων τῶν δύο, ἕνα ὃν ἐξελέξω TR ⸉ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα⸊ 25 λαβεῖν τὸν 35 TR ¦ τόπον TNT2 WH NA NIV SBL ⸂κλῆρον⸃ τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ RP f35 TR ¦ ἀφ᾽ TNT2 WH NA NIV SBL 2ἐξ⸃ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 Καὶ ἔδωκαν κλήρους 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL ⸂αὐτῶν,⸃ καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-