7 Πολλῆς δὲ 15:7 ⸂ συζητήσεως RP f 35 TR ¦ ζητήσεως TNT2 WH NA NIV SBL ⸂συζητήσεως⸃ γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς,
Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων 15:7 ⸂2 ὁ θεὸς ἐν ἡμῖν ἐξελέξατο RP TR ¦ ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο f 35 ¦ ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς TNT2 WH NA NIV SBL ⸂2ὁ θεὸς ἐν ἡμῖν ἐξελέξατο,⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. 8 Καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς 15:8 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῖς⸌ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν· 9 καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 Νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 Ἀλλὰ διὰ τῆς χάριτος 15:11 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ κυρίου Ἰησοῦ χριστοῦ TR ⸂τοῦ κυρίου Ἰησοῦ⸃ πιστεύομεν σωθῆναι, καθ᾽ ὃν τρόπον κἀκεῖνοι.