25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ 4:26 ⸋ τῷ RP f 35 TR NA27+28 NIV73 Ead ¦ – TNT2 WH NA25 NIV11 SBL ⸋τῷ⸌ παροργισμῷ ὑμῶν· 27 4:27 ⸂ μηδὲ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ μήτε TR ⸂μηδὲ⸃ δίδοτε τόπον τῷ διαβόλῳ. 28 Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος 4:28 ⸂ τὸ ἀγαθὸν ταῖς χερσίν RP f 35 TR ¦ ταῖς ἰδίαις χερσίν τὸ ἀγαθὸν TNT2 NA NIV SBL Ead ¦ ταῖς χερσίν τὸ ἀγαθὸν WH ⸂τὸ ἀγαθὸν ταῖς χερσίν,⸃ ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 Καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ· 32 γίνεσθε 4:32 ⸋ δὲ RP f 35 TR TNT2 WH NA NIV Ead ¦ – SBL ⸋δὲ⸌ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο 4:32 ⸂ ἡμῖν RP ¦ ὑμῖν f 35 TR TNT2 WH NA NIV SBL Ead ⸂ἡμῖν.⸃
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.