6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· 7 ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ. 8 Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ 1:8 ⸂ εὐαγγελίζηται ὑμῖν RP f 35 TR TNT2 NA27+28 SBL Ead ¦ εὐαγγελίσηται ὑμῖν WH NA25 ¦ εὐαγγελίζηται NIV73 ¦ εὐαγγελίσηται NIV11 ¦ ὑμῖν εὐαγγελίζηται Carl ⸂εὐαγγελίζηται ὑμῖν⸃ παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. 9 Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.