45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν 1:45 ⸋ τὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋τὸν⸌ υἱὸν 1:45 ⸋2 τοῦ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 ⸋2τοῦ⸌ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 46 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ 1:46 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL ⸆ Φίλιππος, Ἔρχου καὶ ἴδε. 47 Εἶδεν 1:47 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 ⸋ὁ⸌ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. 48 Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη 1:48 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. 49 Ἀπεκρίθη 1:49 ⸂ Ναθαναήλ καὶ λέγει αὐτῷ RP f 35 TR ¦ αὐτῷ Ναθαναήλ TNT2 WH NA NIV SBL ⸂Ναθαναήλ καὶ λέγει αὐτῷ,⸃ Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ 1:49 ⸂2 εἶ ὁ βασιλεὺς RP f 35 TR ¦ βασιλεὺς εἶ TNT2 WH NA NIV SBL ⸂2εἶ ὁ βασιλεὺς⸃ τοῦ Ἰσραήλ. 50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, 1:50 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL ⸆ Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. 51 Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, 1:51 ⸋ ἀπ᾽ ἄρτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀπ᾽ ἄρτι⸌ ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.