21 Λέγει αὐτῇ ὁ Ἰησοῦς, 4:21 ⸂ Γύναι, πίστευσόν μοι RP f 35 TR ¦ Πίστευέ μοι, γύναι TNT2 WH NA NIV SBL ⸂Γύναι, πίστευσόν μοι,⸃ ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23 Ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.