24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν 7:24 ⸂ τοῖς ὄχλοις RP f 35 ¦ πρὸς τοὺς ὄχλους TR TNT2 WH NA NIV SBL ⸂τοῖς ὄχλοις⸃ περὶ Ἰωάννου, Τί 7:24 ⸂2 ἐξεληλύθατε … ἐξεληλύθατε … ἐξεληλύθατε RP f 35 TR ¦ ἐξήλθατε … ἐξήλθατε … ἐξήλθατε TNT2 WH NA NIV SBL ⸂2ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί ἐξεληλύθατε⸃ ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, 7:27 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 Λέγω 7:28 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ⸌ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν 7:28 ⸋2 προφήτης RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋2προφήτης⸌ Ἰωάννου 7:28 ⸋3 τοῦ βαπτιστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋3τοῦ βαπτιστοῦ⸌ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.