23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, 22:23 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οἱ⸌ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24 λέγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησεν· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 Ὕστερον δὲ πάντων ἀπέθανεν 22:27 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ⸌ ἡ γυνή. 28 Ἐν τῇ 22:28 ⸉ οὖν ἀναστάσει RP f 35 TR ¦ ἀναστάσει οὖν TNT2 WH NA NIV SBL ⸉οὖν ἀναστάσει,⸊ τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. 30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε 22:30 ⸂ ἐκγαμίζονται RP f 35 TR ¦ γαμίζονται TNT2 WH NA NIV SBL ⸂ἐκγαμίζονται,⸃ ἀλλ᾽ ὡς ἄγγελοι 22:30 ⸂2 τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV ¦ θεοῦ SBL ⸂2τοῦ θεοῦ⸃ ἐν 22:30 ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL ⸆ οὐρανῷ εἰσιν. 31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ, λέγοντος, 32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ; 22:32 ⸂ Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν RP f 35 TR ¦ Οὐκ ἔστιν ὁ θεὸς νεκρῶν TNT2 WH NA NIV SBL ⸂Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν,⸃ ἀλλὰ ζώντων. 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.