28 Καὶ 8:28 ⸂ ἐλθόντι αὐτῷ RP f 35 TR ¦ ἐλθόντος αὐτοῦ TNT2 WH NA NIV SBL ⸂ἐλθόντι αὐτῷ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν 8:28 ⸂2 Γεργεσηνῶν RP f 35 TR ¦ Γαδαρηνῶν TNT2 WH NA NIV SBL ⸂2Γεργεσηνῶν,⸃ ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· 29 καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, 8:29 ⸂ Ἰησοῦ υἱὲ τοῦ θεοῦ RP f 35 TR ¦ υἱὲ τοῦ θεοῦ TNT2 WH NA NIV SBL ⸂Ἰησοῦ υἱὲ τοῦ θεοῦ;⸃ Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 Ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, 8:31 ⸂ ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP f 35 TR ¦ ἀπόστειλον ἡμᾶς TNT2 WH NA NIV SBL ⸂ἐπίτρεψον ἡμῖν ἀπελθεῖν⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς 8:32 ⸂ τὴν ἀγέλην τῶν χοίρων RP f 35 TR ¦ τοὺς χοίρους TNT2 WH NA NIV SBL ⸂τὴν ἀγέλην τῶν χοίρων·⸃ καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη 8:32 ⸋ τῶν χοίρων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῶν χοίρων⸌ κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34 Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς 8:34 ⸂ συνάντησιν RP f 35 TR ¦ ὑπάντησιν TNT2 WH NA NIV SBL ⸂συνάντησιν⸃ τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.