22 Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, 23 καὶ 1:23 ⸂ ἤλλαξαν RP TR TNT2 WH NA NIV SBL ¦ ἤλλάξαντο f 35 ⸂ἤλλαξαν⸃ τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 Διὸ 1:24 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν 1:24 ⸂ ἑαυτοῖς RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL ⸂ἑαυτοῖς·⸃ 25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· 27 ὁμοίως 1:27 ⸋ τε RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 ⸋τε⸌ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν 1:27 ⸋2 ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 ⸋2ἐν⸌ τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.