11 Εἰ δὲ τὸ πνεῦμα 8:11 ⸂ τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας τὸν χριστὸν ἐκ νεκρῶν RP f 35 TR ¦ τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας χριστὸν ἐκ νεκρῶν TNT2 NA27+28 NIV ¦ τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας ἐκ νεκρῶν χριστὸν Ἰησοῦν WH NA25 SBL ⸂τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν χριστὸν ἐκ νεκρῶν⸃ ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ 8:11 ⸂2 τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα RP f 35 TNT2 SBL ¦ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος TR WH NA NIV ⸂2τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα⸃ ἐν ὑμῖν. 12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14 Ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί 8:14 ⸉ εἰσιν υἱοὶ θεοῦ RP f 35 TR ¦ υἱοί εἰσιν θεοῦ TNT2 NA25 SBL ¦ υἱοὶ θεοῦ εἰσιν WH NA27+28 NIV ⸉εἰσιν υἱοὶ θεοῦ.⸊ 15 Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ πατήρ. 16 Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ· 17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.