Publicidade

Tito 3

1 Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς 35 TR ¦ TNT2 WH NA NIV SBL καὶἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, 2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους. 3 Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. 4 Ὅτε δὲ χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ 35 TR ¦ TNT2 WH NA NIV SBL ὧνἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον RP f35 TR ¦ τὸ αὐτοῦ ἔλεος TNT2 WH NA NIV SBL 2τὸν αὐτοῦ ἔλεονἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, 6 οὗ ἐξέχεεν ἐφἡμᾶς πλουσίως, διὰ Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι 35 TR ¦ γενηθῶμεν TNT2 WH NA NIV SBL γενώμεθακατἐλπίδα ζωῆς αἰωνίου. 8 Πιστὸς λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες WH NA NIV SBL ¦ τῷ f35 TR θεῷ. Ταῦτά ἐστιν 35 TR ¦ TNT2 WH NA NIV SBL τὰκαλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 NA27+28 NIV SBL ¦ μωρὰς δὲ καὶ ἔρις καὶ μάχας νομικὰς f35 ¦ μωρὰς δὲ καὶ ἔριν καὶ μάχας νομικὰς WH NA25 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰςπεριΐστασο· εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.

12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.

15 Ἀσπάζονταί σε οἱ μετἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.

χάρις μετὰ πάντων ὑμῶν. 35 TR ¦ TNT2 WH NA NIV SBL Ἀμήν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Tito
Ver todos os capítulos de Tito
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-29_22-07-56-