Publicidade

2 Timóteo 1

Greeting

1 Παῦλος, ἀπόστολος 1:1 ιησου χριστου 𝔐19 ¦ χριστου ιησου 𝔐11 ANT CT HFἸησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

Paul’s Charge to Timothy

3 Χάριν ἔχω τῷ Θεῷ, λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 ὑπόμνησιν 1:5 λαμβανων ¦ λαβων CTλαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου 1:5 ευνικη ¦ ευνεικη PCK STΕὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6 Διἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. 7 Οὐ γὰρ ἔδωκεν ἡμῖν Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.

8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ 1:8 συγκακοπαθησον ¦ συνκακοπαθησον TH WHσυγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ 1:9 κατ ¦ κατα CTκατἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν 1:10 ιησου χριστου ¦ χριστου ιησου NA WHἸησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος 1:11 εθνων 98.1% ¦ --- CT 0.9%ἐθνῶν. 12 Διἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλοὐκ ἐπαισχύνομαι· οἶδα γὰρ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Τὴν καλὴν 1:14 παραθηκην ¦ παρακαταθηκην TRπαραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.

15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι 1:15 φυγελλος 𝔐16 ¦ φυγελος 𝔐7 CT HF RPΦύγελλος καὶ Ἑρμογένης. 16 Δῴη ἔλεος Κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ 1:16 επαισχυνθη ¦ επησχυνθη PCK TRἐπαισχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, 1:17 σπουδαιοτερον 91.6% ¦ σπουδαιως CT 3.1%σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε18 δῴη αὐτῷ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳκαὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

2 Timóteo
Ver todos os capítulos de 2 Timóteo
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_19-25-13-