Pular para o conteúdo
Publicidade

Προσ Εβραιουσ 1

God Has Spoken Through His Son

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ 1:1 εσχατου ¦ εσχατων TRἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2 ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ 1:2 τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CTτοὺς αἰῶνας ἐποίησεν, 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως 1:3 αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν 1:3 ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CTποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

The Son Is Superior to Angels

5 Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,

Υἱός μου εἶ σύ,

ἐγὼ σήμερον γεγέννηκά σε;

Καὶ πάλιν,

Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,

καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;

6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,

Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,

καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·

8 πρὸς δὲ τὸν υἱόν,

Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ 1:8 αιωνος ¦ αιωνος και CTαἰῶνος·

1:8 ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4% ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας 1:8 σου ¦ αυτου WHσου.

9 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·

διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,

ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

10 Καί,

Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,

καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·

καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,

12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις 1:12 αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%αὐτούς,

καὶ ἀλλαγήσονται·

σὺ δὲ ὁ αὐτὸς εἶ,

καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,

Κάθου ἐκ δεξιῶν μου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

14 Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.