Pular para o conteúdo
Publicidade

Hebreus 1

God Has Spoken Through His Son

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ1:1 εσχατου ¦ εσχατων TRἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2 ὃν ἔθηκε κληρονόμον πάντων, διοὗ καὶ 1:2 τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CTτοὺς αἰῶνας ἐποίησεν, 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως 1:3 αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%αὐτοῦ, διἑαυτοῦ καθαρισμὸν 1:3 ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CTποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παραὐτοὺς κεκληρονόμηκεν ὄνομα.

The Son Is Superior to Angels

5 Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,

Υἱός μου εἶ σύ,

ἐγὼ σήμερον γεγέννηκά σε;

Καὶ πάλιν,

Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,

καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;

6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,

Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,

ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,

καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·

8 πρὸς δὲ τὸν υἱόν,

θρόνος σου, Θεός, εἰς τὸν αἰῶνα τοῦ 1:8 αιωνος ¦ αιωνος και CTαἰῶνος·

1:8 ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4% ῥάβδος εὐθύτητος ῥάβδος τῆς βασιλείας 1:8 σου ¦ αυτου WHσου.

9 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·

διὰ τοῦτο ἔχρισέ σε Θεός, Θεός σου,

ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

10 Καί,

Σὺ κατἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,

καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·

καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,

12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις 1:12 αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%αὐτούς,

καὶ ἀλλαγήσονται·

σὺ δὲ αὐτὸς εἶ,

καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,

Κάθου ἐκ δεξιῶν μου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

14 Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também