Pular para o conteúdo
Publicidade

Προσ Εβραιουσ 10:3-10

3 Ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν· 4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.

5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει,

Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,

σῶμα δὲ κατηρτίσω μοι·

6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας

οὐκ εὐδόκησας·

7 τότε εἶπον, Ἰδού, ἥκω—

ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ—

τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.

8 Ἀνώτερον λέγων ὅτι 10:8 θυσιαν και προσφοραν ¦ θυσιας και προσφορας CTΘυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας—αἵτινες κατὰ 10:8 τον ¦ --- CTτὸν νόμον προσφέρονται— 9 τότε εἴρηκεν, Ἰδού, ἥκω τοῦ ποιῆσαι, 10:9 ο θεος το θελημα σου 71.2% ¦ το θελημα σου CT 14.6% ¦ το θελημα σου ο θεος MSS 5.1%ὁ Θεός, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. 10 Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν, 10:10 οι ¦ --- ANT CT SCRοἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος 10:10 ιησου ¦ του ιησου ANT TRἸησοῦ Χριστοῦ ἐφάπαξ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.