5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται,
Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου,
μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος·
6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει·
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
7 12:7 εις 𝔐15 ¦ ει 𝔐14 ANT PCK TR Εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ 12:7 εστιν ¦ --- CTἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; 8 Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι 12:8 εστε και ουχ υιοι ¦ και ουχ υιοι εστε CTἐστὲ καὶ οὐχ υἱοί. 9 Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτάς, καὶ ἐνετρεπόμεθα· οὐ 12:9 πολλω ¦ πολυ δε NA ¦ πολυ SBL TH WHπολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.