6 8:6 νυνι ¦ νυν WHΝυνὶ δὲ διαφορωτέρας 8:6 τετευχε 𝔐23 ¦ τετυχε 𝔐0 HF NA RP SBL WHτέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 Μεμφόμενος γὰρ 8:8 αυτοις ¦ αυτους NA SBL WHαὐτοῖς λέγει,
Ἰδού, ἡμέραι ἔρχονται, λέγει Κύριος,
καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ
καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·
9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν
ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·
ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,
κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.
10 Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,
καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·
καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν,
καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
11 Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν 8:11 πολιτην ¦ πλησιον PCK TRπολίτην αὐτοῦ,
καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον·
ὅτι πάντες εἰδήσουσί με,
ἀπὸ μικροῦ 8:11 αυτων ¦ --- CTαὐτῶν ἕως μεγάλου αὐτῶν.
12 Ὅτι 8:12 ιλεως ¦ ειλεως THἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,
καὶ τῶν ἁμαρτιῶν αὐτῶν 8:12 και των ανομιων αυτων 90.6% ¦ --- CT 3.5%καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
13 Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.