Mary’s Song of Praise
46 Καὶ εἶπε Μαριάμ,
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,
47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
48 Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
49 Ὅτι ἐποίησέ μοι 1:49 μεγαλεια ¦ μεγαλα CTμεγαλεῖα ὁ δυνατός,
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς 1:50 γενεων ¦ και γενεας CTγενεῶν
τοῖς φοβουμένοις αὐτόν.
51 Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ·
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
52 Καθεῖλε δυνάστας ἀπὸ θρόνων,
καὶ ὕψωσε ταπεινούς.
53 Πεινῶντας ἐνέπλησεν ἀγαθῶν,
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
54 Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
μνησθῆναι ἐλέους,
55 καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ 1:55 εις τον αιωνα ¦ εως αιωνος PCKεἰς τὸν αἰῶνα.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.