The Parable of the Prodigal Son
11 Εἶπε δέ, Ἄνθρωπός τις εἶχε δύο υἱούς· 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. 15:12 και ¦ ο δε CTΚαὶ διεῖλεν αὐτοῖς τὸν βίον. 13 Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν 15:13 απαντα ¦ παντα CTἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. 20 Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα 15:20 αυτου KX(97) ¦ εαυτου KX(68) CT PCK TRαὐτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 22 Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, 15:22 εξενεγκατε ¦ ταχυ εξενεγκατε CTἘξενέγκατε 15:22 την ¦ --- CTτὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε· 15:24 και απολωλως ην 𝔐13 ¦ και απολωλος ην 𝔐20 ¦ ην απολωλως CTκαὶ ἀπολωλὸς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.