The Rich Man and Lazarus
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς. 20 Πτωχὸς δέ τις 16:20 ην ονοματι λαζαρος ος 94.3% ¦ ονοματι λαζαρος CT 1%ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ 16:20 ηλκωμενος ¦ ειλκωμενος CTἡλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ 16:21 των ψιχιων 98.1% ¦ --- CT 0.3%τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι 16:21 απελειχον ¦ επελειχον CTἀπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον 16:22 αβρααμ ¦ του αβρααμ PCK TRἈβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη. 23 Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ 16:23 τον ¦ --- CTτὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 Καὶ αὐτὸς φωνήσας εἶπε, Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 Εἶπε δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες 16:25 συ ¦ --- CTσὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ 16:25 ωδε ¦ οδε PCK TRὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. 26 Καὶ 16:26 επι ¦ εν CTἐπὶ πᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι 16:26 ενθεν ¦ εντευθεν TRἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ 16:26 οι ¦ --- CTοἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 Εἶπε δέ, Ἐρωτῶ 16:27 ουν σε ¦ σε ουν CTοὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 Λέγει 16:29 αυτω ¦ δε CTαὐτῷ Ἀβραάμ, Ἔχουσι 16:29 μωσεα ¦ μωυσεα ANT CTΜωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 Ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ· ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31 Εἶπε δὲ αὐτῷ, Εἰ 16:31 μωσεως ¦ μωυσεως ANT CTΜωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, 16:31 ουδε ¦ ουδ CTοὐδέ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.