25 Καὶ ἰδού, 2:25 ην ανθρωπος ¦ ανθρωπος ην CTἦν ἄνθρωπος ἐν 2:25 ιερουσαλημ ¦ ιεροσολυμοις ANTἹερουσαλήμ, ᾧ ὄνομα 2:25 συμεων ¦ σιμεων SCRΣυμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα 2:25 ην αγιον ¦ αγιον ην TRἦν Ἅγιον ἐπ᾽ αὐτόν. 26 Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν 2:26 η ¦ η αν NA SBL WH ¦ αν THἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο 2:28 αυτο ¦ αυτον ANTαὐτὸ εἰς τὰς ἀγκάλας 2:28 αυτου ¦ --- CTαὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,
29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,
κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.