18 Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ 5:18 κλινης ¦ κλεινης THκλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ 5:18 θειναι ¦ θειναι αυτον NA WHθεῖναι ἐνώπιον αὐτοῦ· 19 καὶ μὴ εὑρόντες 5:19 ποιας ¦ πως PCK ¦ δια ποιας TRποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ 5:19 κλινιδιω ¦ κλεινιδιω THκλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν 5:20 αυτω ¦ --- CTαὐτῷ, Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21 Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται 5:21 αφιεναι αμαρτιας ¦ αμαρτιας αφειναι CTἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; 22 Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, 5:23 εγειραι 𝔐pt ¦ εγειρε 𝔐pt ANT CTἜγειραι καὶ περιπάτει; 24 Ἵνα δὲ εἰδῆτε ὅτι 5:24 εξουσιαν εχει ο υιος του ανθρωπου ¦ ο υιος του ανθρωπου εξουσιαν εχει CTἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—εἶπε τῷ παραλελυμένῳ—Σοὶ λέγω, 5:24 εγειραι 𝔐pt ¦ εγειρε 𝔐pt ANT CTἔγειραι, καὶ ἄρας τὸ 5:24 κλινιδιον ¦ κλεινιδιον THκλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου. 25 Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ 5:25 ο ¦ ω PCK TRὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν Θεόν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.