32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 Ὦ βάθος πλούτου
καὶ σοφίας καὶ γνώσεως Θεοῦ!
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ
καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
34 τίς γὰρ ἔγνω νοῦν Κυρίου;
ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 ἢ τίς προέδωκεν αὐτῷ,
καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.