32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς 11:32 απειθειαν ¦ απειθιαν WHἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς 11:33 ανεξερευνητα ¦ ανεξεραυνητα CTἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
34 Τίς γὰρ ἔγνω νοῦν Κυρίου;
Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 Ἢ τίς προέδωκεν αὐτῷ,
καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.