Publicidade

1 Timóteo 2

About prayer

1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ¦ ευχαριστειας [15%] ὑπὲρ πάντων ἀνθρώπων 2 —ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον ¦ ἡρεμον [20%] καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 Τοῦτο γὰρ35 [97%] RP,HF,OC,TR,CP ¦ --- ℵA [3%] NU καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων—ἄνθρωπος—Χριστὸς Ἰησοῦς, ¦ ∼ 21 [10%] CP 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων (τὸ μαρτύριον καιροῖς ἰδίοις), 7 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος—ἀλήθειαν λέγω ἐν Χριστῷ,35 ℵ [85%] RP,HF,OC,TR,CP ¦ --- A [15%] NU (OC has small print.) οὐ ψεύδομαι—διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. ¦ διαλογισμων [10%] 9 Ὡσαύτως καὶ τὰς35 (94.7%) RP,HF,OC,TR,CP ¦ 1 (3.4%) [NU] ¦ --- ℵA (1.5%) ¦ two other variants (0.3%) (τας γυναικας is parallel to τους ανδρας, so the majority variant is correct.) γυναῖκας, ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς· μὴ ἐν πλέγμασιν ἢ35 [95%] RP,HF,OC,TR,CP ¦ και ℵA [4%] NU ¦ --- [1%] χρυσῷ35 ℵ [85%] RP,HF,OC,TR ¦ χρυσιω A,I [5%] NU ¦ αργυριω και χρυσιω [10%] (CP) ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλ᾿, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.

About women

11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάσῃ ὑποταγῇ. 12 Γυναικὶ δὲ διδάσκειν35 [90%] RP,HF,OC,TR,CP ¦ ∼ 321 ℵA [10%] NU οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα. 14 Καὶ Ἀδὰμ οὐκ ἠπατήθη· ἡ δὲ γυνή, ἀπατηθεῖσα,35 [94%] RP,HF,OC,TR,CP ¦ εξαπατηθεισα ℵA [6%] NU ἐν παραβάσει γέγονεν. 15 Σωθήσεται δὲ διὰ τῆς Τεκνογονίας—ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
1 Timóteo
Ver todos os capítulos de 1 Timóteo
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-