1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, 2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφάς, ἐν πάσῃ ἁγνείᾳ.
3 Χήρας τίμα τὰς ὄντως χήρας. 4 Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ¦ εγγονα [10%] ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν35 ℵA,C [85%] RP,HF,NU ¦ 1 καλον και [5%] OC,TR,CP ¦ καλον και 1 [10%] ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. 5 Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν35 A [97%] RP,HF,OC,TR,CP ¦ --- ℵC [3%] NU Θεόν, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. 6 Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.
7 Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι35 [97%] RP,HF,OC,TR,CP ¦ ανεπιλημπτοι ℵA,C [3%] NU ὦσιν. 8 Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν35 C [97%] RP,HF,OC,TR,CP ¦ --- ℵA,I,048 [3%] NU οἰκείων, οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, 10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη—εἰ ἐτεκνοτρόφησεν, εἰ ¦ η [2%] CP ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
11 Νεωτέρας δὲ ¦ --- [10%] χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, 12 ἔχουσαι κρῖμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. 13 Ἅμα δὲ καί, ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. 14 Βούλομαι οὖν νεωτέρας35 ℵA,C [85%] RP,HF,OC,TR,NU ¦ 1 χηρας [15%] CP γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. 15 (Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.)
16 Εἴ τις πιστὸς ἢ35 (97.6%) RP,HF,OC,TR,CP ¦ --- ℵA,C,048 (2.2%) NU ¦ one other variant (0.2%) (Might the ‘Alexandrian’ variant be the result of homoioarcton?) πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. 18 Λέγει γὰρ ἡ Γραφή· «Βοῦν ἁλοῶντα35 [30%] ¦ ἀλοωντα rell ¦ αλοουντα [5%] (The noun equivalent is everywhere spelled with rough breathing; since collators have generally not registered aspiration, it is hard to know what the witness of the mass of minuscules may be.) οὐ φιμώσεις,» καὶ «Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.»
19 Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 20 Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.
21 Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ35 [95%] RP,HF,OC,TR,CP ¦ 23 [2%] ¦ ∼ 32 ℵA [3%] NU (Is not the full form more appropriate for a solemn charge?) καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.35 ℵ [25%] TR,CP,NU ¦ προσκλησιν f35pt A [75%] RP,HF,OC 22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει.
23 Μηκέτι ὑδροπότει, ἀλλ᾿35 [97%] RP,HF,OC,TR,CP ¦ αλλα ℵA [3%] NU οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου35 [96%] RP,HF,OC,TR,CP ¦ --- ℵA [4%] NU καὶ τὰς πυκνάς σου ἀσθενείας.
24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν. 25 Ὡσαύτως καὶ τὰ καλὰ ἔργα35 [95%] RP,HF,OC,TR,CP ¦ ∼ 2 τα 1 ℵA [5%] NU πρόδηλά ἐστιν·35 [80%] RP,HF,OC,TR,CP ¦ εισιν [10%] ¦ --- ℵA [10%] NU καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.35 A [70%] RP,HF,OC,NU ¦ δυναται ℵ [30%] TR,CP
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.