1 »Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε 2 —ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 3 Καὶ ταῦτα ποιήσουσιν35 A,B [85%] CP,HF,RP,OC,NU ¦ 1 υμιν ℵD [15%] TR ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ. 4 Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα,35 ℵD [90%] CP,HF,RP,OC,TR ¦ 1 αυτων A,B [10%] NU μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾿ ὑμῶν ἤμην.
5 »Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, ‹Ποῦ ὑπάγεις;› 6 Ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 Ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ35 A [98%] CP,HF,RP,OC ¦ --- ℵB,D [2%] TR,NU μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
8 »Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα μου35 A [99%] CP,HF,RP,OC,TR ¦ --- ℵB,D,W [1%] NU ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12 »Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν,35 A,D,W [99%] CP,HF,RP,OC,TR ¦ ∼ 21 ℵB [1%] NU ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι. 13 Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·35 [98%] CP,HF,RP,OC,TR ¦ ∼ 1342 A,B ¦ εν τη αληθεια παση (−π. ℵ) (ℵ)D,W [2%] NU οὐ γὰρ λαλήσει ἀφ᾿ ἑαυτοῦ, ἀλλ᾿ ὅσα ἂν35 [97%] CP,HF,RP,OC,TR ¦ εαν A [1%] ¦ --- ℵB,D,W [2%] NU ἀκούσῃ35 A [97%] CP,HF,RP,OC,TR ¦ ακουσει B,D,W [2.5%] NU ¦ ακουει ℵ [0.5%] λαλήσει· καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται35 [99.5%] CP,HF,RP,OC,TR ¦ λημψεται ℵA,B,D,W [0.5%] NU καὶ ἀναγγελεῖ ὑμῖν. 15 Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει35 B,D,N,W [80%] CP,HF,RP,NU ¦ ληψεται (A) [20%] OC,TR ¦ --- 𝕻66ℵ omit whole verse καὶ ἀναγγελεῖ ὑμῖν.
16 »Μικρὸν καὶ οὐ35 A [98%] CP,HF,RP,OC,TR ¦ ουκετι 𝕻66vℵB,D,N,W [2%] NU θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα.»35 A,N [79.5%] CP,HF,RP ¦ 1 εγω 2345 [20%] OC,TR ¦ --- 𝕻66ℵB,D,W [0.5%] NU 17 Εἶπον35 ℵA,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66B,W [0.5%] NU οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· «Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με,› καὶ ὅτι ‹Ἐγὼ35 D,W [90%] CP,HF,RP,OC,TR ¦ --- ℵA,B,N [10%] NU ὑπάγω πρὸς τὸν Πατέρα›;» 18 Ἔλεγον οὖν· «Τοῦτο τί ἐστιν35 A,N [97%] CP,HF,RP,OC,TR ¦ ∼ 231 𝕻66ℵB,D,W [3%] NU ὃ λέγει,35 B,N [97.5%] CP,HF,RP,OC,TR[NU] ¦ το 2 A ¦ --- 𝕻66ℵD,W [2.5%] ‹τὸ μικρόν›; Οὐκ οἴδαμεν τί λαλεῖ.»
19 Ἔγνω οὖν35 A,N [96%] CP,HF,RP,OC,TR ¦ --- 𝕻5ℵB,D,W [1%] NU ¦ δε [3%] ὁ35 ℵAD,N [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ --- 𝕻5B,W [0.5%] Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· «Περὶ τούτου ζητεῖτε μετ᾿ ἀλλήλων ὅτι εἶπον, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;› 20 Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ35 A,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻5ℵB,D [0.5%] NU λυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 Ἡ γυνὴ ὅταν τίκτῃ ¦ τικτει [10%] ¦ τικτι N λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν35 A(N) [96%] CP,HF,RP,OC,TR ¦ ∼ 1432 𝕻5v,22v,66B,C,D,W [3%] NU ¦ ∼ 4312 ℵ ¦ four other variants ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν. 23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν.
»Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν35 [96%] CP,HF,RP,OC,TR ¦ 12 εαν [1%] ¦ 13 A,W ¦ 1 ο 3 ℵ ¦ 1 ο εαν [2%] ¦ ο εαν N ¦ 3 τι 𝕻5B,C [0.5%] NU ¦ εαν τι (𝕻22)D αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν. 24 Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου. Αἰτεῖτε καὶ λήψεσθε,35 C [99%] CP,HF,RP,OC,TR ¦ λημψεσθε 𝕻5ℵA,B,D [0.5%] NU ¦ λημψεσθαι N,W [0.5%] ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25 »Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλ᾿35 A,N [99%] CP,HF,RP,OC,TR ¦ --- ℵB,C,D,W [1%] NU ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ35 N [98%] CP,HF,RP,OC,TR ¦ απαγγελω 𝕻5v,66A,B,C,D,W [2%] NU ¦ απαγγελλω ℵ ὑμῖν. 26 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ35 B,C,D,W [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ --- 𝕻5ℵA,N [0.5%] Θεοῦ ἐξῆλθον. 28 Ἐξῆλθον παρὰ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.»
29 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·35 A,D [98.5%] CP,HF,RP,OC,TR ¦ 234 B,C,N [1%] NU ¦ ∼ 231 ℵ ¦ 123 W «Ἴδε, νῦν35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ 1 εν ℵB,C,D,W [0.5%] NU παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 Νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.»
31 Ἀπεκρίθη αὐτοῖς ὁ35 ℵA,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻22,66B,C,W [0.5%] NU Ἰησοῦς· «Ἄρτι πιστεύετε; 32 Ἰδού, ἔρχεται ὥρα καὶ νῦν35 N [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66ℵA,B,C,D,W [1%] NU ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ35 A,D,W [98%] CP,HF,RP,OC,TR ¦ καμε 𝕻22,66ℵB,C,N [2%] NU μόνον ἀφῆτε. Καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾿ ἐμοῦ ἐστιν. 33 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε·35 ℵA,B,C [90%] CP,HF,RP,NU ¦ εξετε D [8.5%] OC,TR ¦ εξεται [1%] ¦ εχεται N ¦ omit whole clause 𝕻66 [0.5%] ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.»
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.