Pular para o conteúdo
Publicidade

John 3:1-10

Jesus and Nicodemus

1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. 2 Οὗτος ἦλθεν πρὸς τὸν Ἰησοῦν νυκτὸςπρος τον ιησουν νυκτος f35 N [60%] CP,TR ¦ 1 αυτον 4 𝕻66,75A,B,W [40%] HF,RP,OC,NU ¦ ∼ 41 αυτον ℵ καὶ εἶπεν αὐτῷ, «Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναταιταυτα τα σημεια δυναται f35 [98%] CP,HF,RP,OC,TR ¦ ∼ 4123 𝕻66,75ℵA,B,N [2%] NU ¦ ∼ 4231 W ¦ two other variants ποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ.» 3 Ἀπεκρίθηαπεκριθη f35 𝕻66,75B,W [50%] OC,NU ¦ 1 ο ℵA,N [50%] CP,HF,RP,TR Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ Ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» 4 Λέγει πρὸς αὐτὸναυτον f35 𝕻66,75B,N,W [40%] ¦ 1 ο ℵA [60%] CP,HF,RP,OC,TR[NU] Νικόδημος· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» 5 Ἀπεκρίθηαπεκριθη f35 𝕻66,75ℵA,W (86.9%) CP,HF,RP,OC,NU ¦ 1 ο B,N (13.1%) TR Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν. 7 Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, ‹Δεῖ ὑμᾶς γεννηθῆναι Ἄνωθεν.› 8 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.»

9 Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, «Πῶς δύναται ταῦτα γενέσθαι;» 10 Ἀπεκρίθηαπεκριθη rell ¦ 1 ο ℵN [20%] TR Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις;

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.