21 Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ, 23 ἵνα πάντες τιμῶσιν τὸν Υἱὸν καθὼς τιμῶσιν τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.