Pular para o conteúdo
Publicidade

2 Coríntios 13

1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2 Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν 13:2 ⸋ γράφω RP f35 TR ¦ TNT2 WH NA NIV SBL γράφωτοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· 3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· 4 καὶ γὰρ 13:4 ⸋ εἰ RP f35 TR ¦ TNT2 WH NA NIV SBL εἰἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ 13:4 ⸂ ζησόμεθα RP f35 TR ¦ ζήσομεν TNT2 WH NA NIV SBL ζησόμεθασὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς. 5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι 13:5 ⸉ Ἰησοῦς χριστὸς RP f35 TR WH NA SBL ¦ χριστὸς Ἰησοῦς TNT2 NIV Ἰησοῦς χριστὸςἐν ὑμῖν 13:5 ⸋ ἐστίν RP f35 TR ¦ TNT2 WH NA NIV SBL ἐστίν;Εἰ μή τι ἀδόκιμοί ἐστε. 6 Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 13:7 ⸂ Εὔχομαι RP f35 TR ¦ Εὐχόμεθα TNT2 WH NA NIV SBL Εὔχομαιδὲ πρὸς τὸν θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὑπὲρ τῆς ἀληθείας. 9 Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο 13:9 ⸋ δὲ RP f35 TR ¦ TNT2 WH NA NIV SBL δὲκαὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν 13:10 ⸉ ἔδωκέν μοι ὁ κύριος RP f35 ¦ ἔδωκέ μοι κύριος TR ¦ κύριος ἔδωκέν μοι TNT2 WH NA NIV SBL ἔδωκέν μοι κύριοςεἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.

11 Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ θεὸς 13:11 ⸂ τῆς ἀγάπης καὶ εἰρήνης RP TR TNT2 WH NA NIV SBL ¦ τῆς ἀγάπης καὶ τῆς εἰρήνης f35 τῆς ἀγάπης καὶ εἰρήνηςἔσται μεθὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.

13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.

14 χάρις 13:14 ⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f35 τοῦ κυρίου Ἰησοῦ χριστοῦ,καὶ ἀγάπη τοῦ θεοῦ, καὶ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. 13:14 ⸋ Ἀμήν. RP f35 TR ¦ TNT2 WH NA NIV SBL Ἀμήν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também