Pular para o conteúdo
Publicidade

ΕΒΡΑΙΟΥΣ 6

1 Διό, ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, 2 βαπτισμῶν 6:2 ⸂ διδαχῆς RP f35 TR TNT2 NA NIV ¦ διδαχὴν WH SBL διδαχῆς,ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς 6:2 ⸋ τε RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ WH NA25 τενεκρῶν, καὶ κρίματος αἰωνίου. 3 Καὶ τοῦτο 6:3 ⸂ ποιήσωμεν RP ¦ ποιήσομεν f35 TR TNT2 WH NA NIV SBL ποιήσωμεν,ἐάνπερ ἐπιτρέπῃ θεός. 4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, 5 καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, 6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. 7 Γῆ γὰρ πιοῦσα τὸν ἐπαὐτῆς 6:7 ⸉ πολλάκις ἐρχόμενον RP f35 TR ¦ ἐρχόμενον πολλάκις TNT2 WH NA NIV SBL πολλάκις ἐρχόμενονὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διοὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· 8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.

9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν· 10 οὐ γὰρ ἄδικος θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ 6:10 ⸋ τοῦ κόπου RP f35 TR ¦ TNT2 WH NA NIV SBL τοῦ κόπουτῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. 11 Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· 12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος θεός, ἐπεὶ κατοὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθἑαυτοῦ, 14 λέγων, 6:14 ⸂ Ἦ RP f35 TR ¦ Εἰ TNT2 WH NA NIV SBL μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. 15 Καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας. 16 Ἄνθρωποι 6:16 ⸋ μὲν RP f35 TR ¦ TNT2 WH NA NIV SBL μὲνγὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος. 17 Ἐν περισσότερον βουλόμενος θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι 6:18 ⸆ – RP f35 TR TNT2 WH NA25 NIV11 SBL ¦ τὸν NA27+28 NIV73 θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· 20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também