Publicidade

Hebreus 1

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ 35 TNT2 WH NA NIV SBL ¦ ἐσχάτων τῶν ἡμερῶν τούτων TR ⸂ἐσχάτου τῶν ἡμερῶν τούτων⸃ ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2 ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ 35 TR ¦ ἐποίησεν τοὺς αἰῶνας TNT2 WH NA NIV SBL ⸉τοὺς αἰῶνας ἐποίησεν,⸊ 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως 35 TR TNT2 WH NA NIV ¦ – SBL ⸋αὐτοῦ,⸌ 35 TR ¦ – TNT2 WH NA NIV ¦ δι᾽ αὑτοῦ SBL ⸂δι᾽ ἑαυτοῦ⸃ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν RP f35 TR ¦ τῶν ἁμαρτιῶν ποιησάμενος TNT2 WH NA NIV SBL 2ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν,⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. 7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8 πρὸς δὲ τὸν υἱόν, Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL 35 TR ¦ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος TNT2 WH NA NIV SBL ⸂ῥάβδος εὐθύτητος ἡ ῥάβδος⸃ τῆς βασιλείας σου RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ αὐτοῦ WH NA25 2σου.⸃ 9 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 10 Καί, Σὺ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, 35 TR ¦ ὡς ἱμάτιον TNT2 WH NA NIV SBL ⸆ καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Hebreus
Ver todos os capítulos de Hebreus
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_06-35-37-