3 Ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν· 4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. 5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· 6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας· 7 τότε εἶπον, Ἰδού, ἥκω—ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ—τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. 8 Ἀνώτερον λέγων ὅτι 10:8 ⸂ Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα RP f 35 TR ¦ Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα TNT2 WH NA NIV SBL ⸂Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα⸃ καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας—αἵτινες κατὰ 10:8 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὸν⸌ νόμον προσφέρονται— 9 τότε εἴρηκεν, Ἰδού, ἥκω τοῦ ποιῆσαι, 10:9 ⸋ ὁ θεός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ θεός,⸌ τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. 10 Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν, 10:10 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οἱ⸌ διὰ τῆς προσφορᾶς τοῦ σώματος 10:10 ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ Ἰησοῦ χριστοῦ TR ⸂Ἰησοῦ χριστοῦ⸃ ἐφάπαξ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.