9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν 7:9 ⸂ τηρήσητε RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ στήσητε NA27+28 ⸂τηρήσητε.⸃ 10 Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12 7:12 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι 7:12 ⸂ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ RP f 35 TR ¦ τῷ πατρὶ ἢ τῇ μητρὶ TNT2 WH NA NIV SBL ⸂τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,⸃ 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.