Publicidade

Romanos 12

1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, 35 TR TNT2 NA27+28 NIV SBL ¦ τῷ θεῷ εὐάρεστον WH NA25 εὐάρεστον τῷ θεῷ,τὴν λογικὴν λατρείαν ὑμῶν, 2 καὶ μὴ 35 TR TNT2 NA NIV SBL ¦ συνσχηματίζεσθε μεταμορφοῦσθε WH συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαιτῇ ἀνακαινώσει τοῦ νοὸς 35 TR ¦ TNT2 WH NA NIV SBL ὑμῶν,εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

3 Λέγω γάρ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρδεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς θεὸς ἐμέρισεν μέτρον πίστεως. 4 Καθάπερ γὰρ ἐν ἑνὶ σώματι 35 TR ¦ πολλὰ μέλη TNT2 WH NA NIV SBL μέλη πολλὰἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· 5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῷ, 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL δὲ καθεἷς ἀλλήλων μέλη. 6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε διδάσκων, ἐν τῇ διδασκαλίᾳ· 8 εἴτε παρακαλῶν, ἐν τῇ παρακλήσει· μεταδιδούς, ἐν ἁπλότητι· προϊστάμενος, ἐν σπουδῇ· ἐλεῶν, ἐν ἱλαρότητι. 9 ἀγάπη ἀνυπόκριτος, ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ 35 TNT2 WH NA NIV SBL ¦ καιρῷ TR κυρίῳδουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 Εὐλογεῖτε τοὺς διώκοντας 35 TR TNT2 NA27+28 NIV73 ¦ WH NA25 NIV11 SBL ὑμᾶς·εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. 15 Χαίρειν μετὰ χαιρόντων, 35 TR ¦ TNT2 WH NA NIV SBL καὶκλαίειν μετὰ κλαιόντων. 16 Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρἑαυτοῖς. 17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. 18 Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. 19 Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 20 35 TR ¦ Ἀλλὰ ἐὰν TNT2 WH NA25+27 NIV SBL ¦ Ἀλλἐὰν NA28 Ἐὰν οὖνπεινᾷ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-29_22-07-56-