Pular para o conteúdo
Publicidade

Acts 2:16-21

F35 O Novo Testamento Grego Segundo a Família 35

16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·

17 ‹Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρεςθυγατερες rell ¦ θυγατεραις C [20%] ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνιαενυπνια f35 [85%] HF,RP,OC,TR ¦ ενυπνιοις ℵA,B,C [15%] CP,NU ¦ --- D ἐνυπνιασθήσονται. 18 Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν. 19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. 20 Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢη f35 B [95%] HF,RP,OC,TR,CP ¦ --- ℵA,C,D [5%] NU ἐλθεῖν τὴντην f35 A,C [99%] HF,RP,OC,TR,CP ¦ --- ℵB,D [1%] NU ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21 Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηταιεπικαλεσηται rell ¦ επικαλεσεται [15%] ¦ επικαλεσειται [3%] ¦ επικαλεσητε A τὸ ὄνομα Κυρίου σωθήσεται.›

Em outras traduções

  1. BYZ1904 Novo Testamento Grego

    16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· 18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι. 19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

  2. GRCTR Novo Testamento Grego

    16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,

    17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός,

    ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·

    καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,

    καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,

    καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·

    18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου

    ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.

    19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω,

    καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,

    αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·

    20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος,

    καὶ ἡ σελήνη εἰς αἷμα,

    πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·

    21 καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

  3. SRGNT Solid Rock Greek New Testament, Scholar's Edition

    16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ, 17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν 2:17 ⸂ ἐνύπνια RP f 35 TR ¦ ἐνυπνίοις TNT2 WH NA NIV SBL ⸂ἐνύπνια⸃ ἐνυπνιασθήσονται· 18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. 19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν 2:20 ⸋ ἢ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV ⸋ἢ⸌ ἐλθεῖν 2:20 ⸋2 τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2τὴν⸌ ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· 21 καὶ ἔσται, πᾶς ὃς 2:21 ⸂ ἂν RP f 35 TR NA27+28 NIV ¦ ἐὰν TNT2 WH NA25 SBL ⸂ἂν⸃ ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

  4. TCGNT Texto Grego Majoritário Crítico Textual

    16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,

    17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός,

    ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·

    καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,

    καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,

    καὶ οἱ πρεσβύτεροι ὑμῶν 2:17 ενυπνια 𝔐16 ¦ ενυπνιοις 𝔐9 CTἐνύπνια ἐνυπνιασθήσονται·

    18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου

    ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.

    19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω,

    καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,

    αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·

    20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος,

    καὶ ἡ σελήνη εἰς αἷμα,

    πρὶν 2:20 η ¦ --- NA TH WHἢ ἐλθεῖν 2:20 την ¦ --- NA SBL TH WHτὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·

    21 καὶ ἔσται, πᾶς ὃς 2:21 αν ¦ εαν SBL WHἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

  5. BYZ04 Texto Patriarcal 1904

    16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·

    17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός,

    ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,

    καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,

    καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,

    καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·

    18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις

    ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.

    19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω

    καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,

    αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·

    20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος

    καὶ ἡ σελήνη εἰς αἷμα

    πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου

    τὴν μεγάλην καὶ ἐπιφανῆ.

    21 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Direitos das traduções citadas

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.