1 Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ35 B,C [88%] HF,RP,OC,CP,NU ¦ τε A [5%] TR ¦ γαρ [5%] ¦ και [2%] ¦ --- ℵ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. 2 (Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποιήσαντο35 [85%] HF,RP,TR,CP ¦ εποιησαν ℵA,B,C,D [15%] OC,NU κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.) ¦ αυτον [30%] 3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν· κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν. 4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
5 Φίλιππος δέ, κατελθὼν εἰς35 C,D [98%] HF,RP,OC,TR,CP ¦ 1 την ℵA,B [2%] [NU] πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν· 6 προσεῖχον δὲ35 ℵA,B,C [30%] OC,NU ¦ τε [70%] HF,RP,TR,CP οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 7 Πολλῶν35 [97%] HF,RP,OC,TR,CP ¦ πολλοι ℵA,B,C [3%] NU ¦ πολλοις D γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ35 ℵA,B,C,D [95%] HF,RP,OC,CP,NU ¦ ∼ 21 [5%] TR ἐξήρχετο,35 [85%] HF,RP,OC,TR,CP ¦ εξηρχοντο ℵA,B,C,D [15%] NU πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. 8 Καὶ ἐγένετο35 [96%] HF,RP,OC,TR,CP ¦ ∼ 2 δε ℵA,B,C [4%] NU ¦ τε 2 (D) χαρὰ μεγάλη35 (D) [98%] HF,RP,OC,TR,CP ¦ πολλη χαρα ℵA,B,C [2%] NU ἐν τῇ πόλει ἐκείνῃ.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων καὶ ἐξιστῶν35 [95%] HF,RP,OC,TR,CP ¦ εξιστανων ℵA,B(C) [5%] NU τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, 10 ᾧ προσεῖχον,35 [93%] HF,RP ¦ 1 παντες ℵA,B,C,D [7%] OC,TR,CP,NU ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, «Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ, ἡ35 (90.4%) HF,RP,OC,TR,CP ¦ 1 καλουμενη ℵA,B,C,D (6.6%) NU ¦ 1 λεγομενη (1.9%) ¦ three other readings (1.1%) μεγάλη.» 11 Προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ¦ μαγιαις ℵA,C,D [20%] ἐξεστακέναι ¦ εξιστακεναι (A) [20%] ¦ εξεστηκεναι [3%] ¦ εξειστακεναι C αὐτούς. 12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ, εὐαγγελιζομένῳ τὰ35 [96%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [4%] NU περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος,35 ℵA,B,C,D [95%] HF,RP,OC,CP,NU ¦ 1 του [5%] TR Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο, ἄνδρες τε καὶ γυναῖκες. 13 Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε δυνάμεις καὶ σημεῖα35 [93%] HF,RP,OC ¦ 123 μεγαλα [2%] CP ¦ ∼ 321 μεγαλας (ℵ)A,B(C,D) [5%] TR,NU γινόμενα,35 [95%] HF,RP,OC,CP ¦ γινομενας (ℵA,B,D) [5%] TR,NU ¦ --- C ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν35 [93%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [7%] NU Πέτρον καὶ Ἰωάννην, 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα Ἅγιον, 16 οὔπω35 [94%] HF,RP,OC,TR,CP ¦ ουδεπω ℵA,B,C,D [6%] NU γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Χριστοῦ,35 [70%] HF,RP ¦ κυριου ℵA,B,C [30%] OC,TR,CP,NU ¦ κυριου ιησου χριστου D Ἰησοῦ. 17 Τότε ἐπετίθουν35 𝕻45D [96%] HF,RP,OC,TR,CP ¦ επετιθεσαν ℵA [3%] NU ¦ επετιθεισαν C ¦ επετιθοσαν B τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
18 Θεασάμενος35 [85%] HF,RP,TR,CP ¦ ιδων ℵA,B,C,D [15%] OC,NU δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον,35 𝕻45A,C,D (99.6%) HF,RP,OC,TR,CP ¦ --- ℵB (alone) NU προσήνεγκεν αὐτοῖς χρήματα, 19 λέγων, «Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν35 D [59%] TR ¦ εαν ℵA,B,C [40%] HF,RP,OC,CP,NU ¦ --- [1%] ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ ¦ λαμβανει [20%] Πνεῦμα Ἅγιον.» 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας ¦ ενομησας [15%] ¦ two other variants διὰ χρημάτων κτᾶσθαι. 21 Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον35 C [20%] ¦ ενωπιον [78%] HF,RP,OC,TR,CP ¦ εναντι ℵA,B,D [2%] NU τοῦ Θεοῦ. 22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ,35 [95%] HF,RP,OC,TR,CP ¦ κυριου ℵA,B,C,D [5%] NU εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.» 24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, «Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ¦ θεον D [12%] OC ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.»
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι35 A,B,C,D [75%] HF,RP,OC,TR,NU ¦ διαμαρτυρομενοι ℵ [25%] CP καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν35 C [96%] HF,RP,OC,TR,CP ¦ υπεστρεφον ℵA,B,D [4%] NU εἰς Ἱερουσαλήμ·35 [92%] HF,RP,OC,TR,CP ¦ ιεροσολυμα ℵA,B,C(D) [8%] NU πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.35 [95%] HF,RP,OC,TR,CP ¦ ευηγγελιζοντο ℵ(A)B,C,D [5%] NU
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον, λέγων, «Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.» 27 Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ, εὐνοῦχος, δυνάστης Κανδάκης τῆς35 [97%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [3%] NU βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει ¦ εληλυθη [50%] προσκυνήσων εἰς Ἱερουσαλήμ 28 —ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν35 (B,C) [40%] HF,RP,OC,TR,NU ¦ 2 ℵ [60%] CP ¦ ∼ 2 τε A ¦ αναγεινωσκων D τὸν προφήτην Ἡσαΐαν. 29 Εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, «Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.» 30 Προσδραμὼν ¦ προδραμων CP δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν,35 [96%] HF,RP,OC,TR,CP ¦ ∼ 312 ℵA,B,C [4%] NU καὶ εἶπεν, «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;» 31 Ὁ δὲ εἶπεν, «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ¦ της CP ὁδηγήσῃ35 A [85%] HF,RP,OC,TR,CP ¦ οδηγησει ℵ(C) [15%] NU ¦ οδαγησει B με;» Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32 Ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος35 B [66%] RP,OC,TR,CP ¦ κειραντος A,C [25%] HF,NU ¦ κηραντος [8%] ¦ κιραντος ℵ [1%] αὐτὸν ἄφωνος, οὕτως35 ℵA,B,C [65%] HF,RP,OC,TR,CP,NU ¦ ουτος [35%] οὐκ ἀνοίγει ¦ ανοιγη [2%] CP ¦ ανυγει ℵ [1%] τὸ στόμα αὐτοῦ. 33 Ἐν τῇ ταπεινώσει αὐτοῦ35 C [98%] HF,RP,OC,TR,CP[NU] ¦ --- ℵA,B [2%] ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ35 [98%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C [2%] NU γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.» 34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;» 35 Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· «Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι;»35 𝕻45ℵA,B,C (88%) HF,RP,CP,NU ¦ βαπτισθηναι 37 ειπεν δε αυτω ει πιστευεις εξ ολης της καρδιας σου εξεστιν αποκριθεις δε ειπεν πιστευω τον υιον του θεου ειναι ιησουν χριστον (8.4%) ¦ βαπτισθηναι 37 ειπεν δε ο φιλιππος ει πιστευεις εξ ολης της καρδιας εξεστιν αποκριθεις δε ειπεν πιστευω τον υιον του θεου ειναι τον ιησουν χριστον (0.6%) OC,TR [actually, only cursive 1883 of the 16th century is identical to OC,TR—OC is in small print] ¦ four variations include ευνουχος and a 2nd αυτω before πιστευω (1.1%) ¦ four further variations (1.9%) (The addition appears in eighteen slightly different forms [the name ‘Philip’ appears in eleven MSS, or 2.3%]. Since Philip’s house in Caesarea seems to have been something of a way-station for travelling Christians, he probably repeated the story hundreds of times; the information given in verse 37 is likely historically correct, but the Holy Spirit didn’t have Luke include it in the inspired account.) 38 Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.