Pular para o conteúdo
Publicidade

João 11

Lazarus of Bethany

1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2 (Ἦν δὲ Μαρίαμαρια f35 𝕻66ℵA,D,W [99.5%] CP,HF,RP,OC,TR ¦ μαριαμ B [0.5%] NU ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν ἑαυτῆς,εαυτης f35 [40%] ¦ αυτης 𝕻45,66,75ℵA,B,D,W [60%] CP,HF,RP,OC,TR,NU ἧς ἀδελφὸς Λάζαρος ἠσθένει.) 3 Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, «Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.»

Jesus lets Lazarus die on purpose

4 Ἀκούσας δὲ Ἰησοῦς εἶπεν, «Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ Υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς.» 5 (Ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.) 6 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας. 7 Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς,μαθηταις rell ¦ 1 αυτου A,D [20%] CP «Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.»

8 Λέγουσιν αὐτῷ οἱ μαθηταί, «Ῥαββί,ραββι f35 𝕻75v [90%] CP,HF,RP,OC,TR,NU ¦ ραββει 𝕻45,66ℵA,B,C,D,W [10%] νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;» 9 Ἀπεκρίθηαπεκριθη f35 𝕻66,75ℵA,B,C,D,W [85%] CP,HF,RP,OC,NU ¦ 1 ο 𝕻45 [15%] TR Ἰησοῦς· «Οὐχὶ δώδεκά ὧραί εἰσινωραι εισιν f35 𝕻66ℵA,B,C,W [60%] CP,NU ¦ 21 [40%] HF,RP,OC,TR ¦ ωρας εχει D τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.»

11 Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, «Λάζαρος φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσωεξυπνισω rell ¦ εξυπνησω [15%] ¦ εξυπνισαι D αὐτόν.» 12 Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ,οι μαθηται αυτου f35 [90%] CP,HF,RP,OC,TR ¦ 12 αυτω 𝕻66,75B,C [8%] NU ¦ αυτω 12 ℵD,W [2%] ¦ αυτω A «Κύριε, εἰ κεκοίμηται σωθήσεται.» 13 Εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 Τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ· «Λάζαρος ἀπέθανεν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também