Publicidade

2 Coríntios 6

1 Συνεργοῦντες δὲ καὶ ¦ --- [16%] παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς, 2 λέγει γάρ· «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος· ἰδού, νῦν ἡμέρα σωτηρίας.

What it costs to be Christ’s ambassadors

3 (Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· 4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες35 [95%] RP,HF,OC,TR,CP ¦ συνισταντες 𝕻46ℵC [2%] NU ¦ συνιστανοντες B [2%] ¦ συνιστοντες [1%] ἑαυτοὺς ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ—ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις· 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν· 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι· 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.)

An aside

11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. 12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. 13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν (ὡς τέκνοις λέγω), πλατύνθητε καὶ ὑμεῖς.

Separation is a ‘must’

14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ35 [93%] RP,HF,OC,TR,CP ¦ ∼ η 1 𝕻46ℵB,C [7%] NU κοινωνία φωτὶ πρὸς σκότος; 15 Τίς δὲ συμφώνησις Χριστῷ35 [98%] RP,HF,OC,TR,CP ¦ χριστου 𝕻46ℵB,C [2%] NU πρὸς Βελίαρ; ¦ βελιαν [15%] ¦ βελιαλ OC,CP Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς35 𝕻46 C [96%] RP,HF,OC,TR,CP ¦ ημεις ℵB [4%] NU γὰρ ναὸς Θεοῦ ἐστε35 𝕻46 C [93%] RP,HF,OC,TR,CP ¦ εσμεν ℵB [4%] NU ¦ εσται [3%] ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μοι35 [98%] RP,HF,OC,TR,CP ¦ μου 𝕻46ℵB,C [2%] NU λαός.» 17 Διὸ «Ἐξέλθετε35 [95%] RP,HF,TR,CP ¦ εξελθατε 𝕻46B,C [5%] OC,NU ¦ εξελθαται ℵ ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε,» λέγει Κύριος, «καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς.» 18 Καί, «Ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ ¦ εσεσθαι [11%] μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ.»

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
2 Coríntios
Ver todos os capítulos de 2 Coríntios
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-